Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.278 Joseph. AJ 5.283 (English) >>Joseph. AJ 5.288

5.281 δὲ θεασάμενος οὐδʼ οὕτως ἐπαύετο τῆς ὑπονοίας ἠξίωσέ τι καὶ αὐτῷ δηλοῦν ὅσα καὶ τῇ γυναικὶ μηνύσειεν. ἀρκέσειν δὲ φράσαντος ταύτην μόνην εἰδέναι, τίς εἴη λέγειν ἐκέλευεν, ἵνα τοῦ παιδὸς γενομένου χάριν αὐτῷ καὶ δωρεὰν παράσχωσι. 5.282τοῦ δὲ μηδέ τινων αὐτῷ δεῖσθαι φήσαντος, οὐδὲ γὰρ κατὰ χρείαν ταῦτα εὐαγγελίσασθαι περὶ τῆς τοῦ παιδὸς γονῆς, τοῦ δὲ μεῖναι παρακαλοῦντος καὶ ξενίων μετασχεῖν οὐκ ἐπένευσε, πεισθεὶς δʼ ὅμως λιπαροῦντος ἐπιμεῖναι ὡς ἂν ξένιον αὐτῷ τι κομίσῃ, 5.283καὶ θύσαντος ἔριφον τοῦ Μανώχου καὶ τοῦτον ὀπτᾶν τῇ γυναικὶ κελεύσαντος, ἐπεὶ πάντʼ ἦν εὐτρεπῆ, προσέταξεν ἐπὶ τῆς πέτρας ἀποθέσθαι τούς τε ἄρτους καὶ τὰ κρέα χωρὶς τῶν ἀγγείων. 5.284καὶ ποιησάντων ἅπτεται τῇ ῥάβδῳ εἶχε τῶν κρεῶν, τὰ δὲ λάμψαντος πυρὸς ἅμα τοῖς ἄρτοις ἐκαίετο καὶ ἄγγελος διὰ τοῦ καπνοῦ ὥσπερ ὀχήματος ἀνιὼν εἰς οὐρανὸν αὐτοῖς φανερὸς ἦν. Μανώχην δὲ φοβούμενον, μή τι σφαλερὸν αὐτοῖς ἐκ τῆς ὄψεως τοῦ θεοῦ γένοιτο, θαρσεῖν γυνὴ παρεκελεύετο· ἐπὶ γὰρ συμφέροντι τῷ αὐτῶν τὸν θεὸν αὐτοῖς ὁραθῆναι. 5.285

Καὶ κύει τε ἐκείνη καὶ φυλακὴν εἶχε τῶν ἐντολῶν, καὶ γενόμενον τὸ παιδίον Σαμψῶνα καλοῦσιν, ἰσχυρὸν δʼ ἀποσημαίνει τὸ ὄνομα. ηὔξετο δʼ παῖς ῥᾳδίως καὶ δῆλος ἦν προφητεύσων ὑπὸ τῆς περὶ τὴν δίαιταν σωφροσύνης καὶ τῆς τῶν τριχῶν ἀνέσεως.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.278 Joseph. AJ 5.283 (English) >>Joseph. AJ 5.288

Powered by PhiloLogic